Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.16 Joseph. AJ 19.21 (English) >>Joseph. AJ 19.26

19.19αἰτία δʼ αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετʼ ἀδικίας ἐξαγόμενα· καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφʼ οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων· πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις. 19.20Μινουκιανὸς δὲ τὰ μὲν Λεπίδου τε ἐκδικία, φίλον γὰρ αὐτῷ τὰ μάλιστα ὄντα τοῦτον καὶ τῶν πολιτῶν σὺν ὀλίγοις ἀναιρεῖ Γάιος, καὶ ἄλλως φοβηθεὶς τὰ περὶ αὐτὸν διὰ τὸ πᾶσιν ὁμοίως τὸν Γάιον ἐπὶ θάνατον ἀνακειμένην ἐπαφιέναι τὴν ὀργὴν ἐπὶ τὴν ἐγχείρησιν ἐλθεῖν. 19.21Χαιρέαν δὲ αἰσχύνην φέροντα ὀνείδη τε εἰς τὴν ἀνανδρίαν ὑπὸ τοῦ Γαΐου προφερομένου, καὶ ἄλλως τὸ ἐφʼ ἡμέρᾳ κινδυνεύειν φιλίᾳ καὶ θεραπείᾳ τὴν Γαΐου τελευτὴν οὐ πάντʼ ἐλεύθερον ὑπολαμβάνων. 19.22οἱ δὲ καὶ πᾶσι κοινῇ προτεθῆναι τὴν ἐπὶ τῷ πράγματι σκέψιν τήν τε ὕβριν θεωμένοις καὶ ἐπιθυμοῦσιν ἀκμὴν ἐπʼ ἀλλήλων ἀκμάζουσαν διαφυγεῖν ἀραμένοις τὸν Γάιον· ἴσως μὲν γὰρ ἂν κατορθῶσαι, καλῶς δὲ κατορθοῦσι τηλικούτων ἀγαθῶν σχεῖν ἐπὶ σωτηρίᾳ τῆς τε πόλεως καὶ τῆς ἡγεμονίας πονοῦσι καὶ μετὰ ὀλέθρου ἅπτεσθαι τοῦ πράγματος. 19.23παρὰ πάντα δὲ Χαιρέαν ἐπείγεσθαι ὀνόματός τε ἐπιθυμίᾳ μείζονος καὶ ἄλλως ὑπὸ τοῦ ἀδεέστερον προσιέναι τῷ Γαΐῳ διὰ τὴν χιλιαρχίαν ῥᾳστώνης αὐτῷ κτείνειν ἐσομένης.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.16 Joseph. AJ 19.21 (English) >>Joseph. AJ 19.26

Powered by PhiloLogic